Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.155 Joseph. AJ 3.159 (English) >>Joseph. AJ 3.164

3.157

Ὑπὲρ δὲ τῆς κεφαλῆς φορεῖ πῖλον ἄκωνον οὐ διικνούμενον εἰς πᾶσαν αὐτὴν ἀλλʼ ἐπʼ ὀλίγον ὑπερβεβηκότα μέσης· καλεῖται μὲν μασναεφθῆς, τῇ δὲ κατασκευῇ τοιοῦτός ἐστιν ὡς στεφάνη δοκεῖν ἐξ ὑφάσματος λινέου ταινία πεποιημένη παχεῖα· καὶ γὰρ ἐπιπτυσσόμενον ῥάπτεται πολλάκις. 3.158ἔπειτα σινδὼν ἄνωθεν αὐτὸν ἐκπεριέρχεται διήκουσα μέχρι μετώπου τήν τε ῥαφὴν τῆς ταινίας καὶ τὸ ἀπʼ αὐτῆς ἀπρεπὲς καλύπτουσα καὶ ὅλη δὲ τῷ κρανίῳ γιγνομένη ἐπίπεδον· ἥρμοσται δὲ ἀκριβῶς, ὡς ἂν μὴ περιρρυείη πονοῦντος περὶ τὴν ἱερουργίαν. καὶ ὁποία μέν ἐστιν τῶν πολλῶν ἱερέων στολὴ δεδηλώκαμεν. 3.159

δὲ ἀρχιερεὺς κοσμεῖται μὲν καὶ ταύτῃ παραλιπὼν οὐδὲν τῶν προειρημένων, ἐπενδυσάμενος δʼ ἐξ ὑακίνθου πεποιημένον χιτῶνα, ποδήρης δʼ ἐστὶ καὶ οὗτος, μεεὶρ καλεῖται κατὰ τὴν ἡμετέραν γλῶσσαν, ζώνῃ περισφίγγεται βάμμασιν οἷς πρότερον ἤνθει διαπεποικιλμένῃ χρυσοῦ συνυφασμένου· 3.160κατὰ πέζαν δʼ αὐτῷ προσερραμμένοι θύσανοι ῥοῶν τρόπον ἐκ βαφῆς μεμιμημένοι ἀπήρτηντο καὶ κώδωνες χρύσεοι κατὰ πολλὴν ἐπιτήδευσιν τῆς εὐπρεπείας, ὥστε μέσον ἀπολαμβάνεσθαι δυοῖν τε κωδώνοιν ῥοΐσκον, καὶ ῥοῶν κωδώνιον. 3.161ἔστι δʼ χιτὼν οὗτος οὐκ ἐκ δυοῖν περιτμημάτων, ὥστε ῥαπτὸς ἐπὶ τῶν ὤμων εἶναι καὶ τῶν παρὰ πλευράν, φάρσος δʼ ἓν ἐπίμηκες ὑφασμένον σχιστὸν ἔχει βροχωτῆρα πλάγιον, ἀλλὰ κατὰ μῆκος ἐρρωγότα πρός τε τὸ στέρνον καὶ μέσον τὸ μετάφρενον· πέζα δʼ αὐτῷ προσέρραπται ὑπὲρ τοῦ μὴ διελέγχεσθαι τῆς τομῆς τὴν δυσπρέπειαν· ὁμοίως δὲ καὶ ὅθεν αἱ χεῖρες διείργονται σχιστός ἐστιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.155 Joseph. AJ 3.159 (English) >>Joseph. AJ 3.164

Powered by PhiloLogic